Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.490 | Joseph. BJ 4.496 (English) | >>Joseph. BJ 4.503 |
4.494τόν τε κατὰ τὴν Γαλατίαν πόλεμον ὡς ἐτελεύτησε , καὶ πῶς Γάλβας ἀποδειχθεὶς αὐτοκράτωρ εἰς Ῥώμην ἐπανῆλθεν ἐκ τῆς Ἱσπανίας , καὶ ὡς ὑπὸ τῶν στρατιωτῶν αἰτιαθεὶς ἐπὶ ταπεινοφροσύνῃ ἐδολοφονήθη κατὰ μέσην τὴν Ῥωμαίων ἀγορὰν ἀπεδείχθη τε αὐτοκράτωρ Ὄθων ·
4.495τήν τε τούτου στρατείαν ἐπὶ τοὺς
-- -- πάντα ταῦτα διεξιέναι μὲν ἐπʼ ἀκριβὲς παρῃτησάμην , ἐπειδὴ διʼ ὄχλου πᾶσίν ἐστιν καὶ πολλοῖς Ἑλλήνων τε καὶ Ῥωμαίων ἀναγέγραπται , συναφείας δὲ ἕνεκεν τῶν πραγμάτων καὶ τοῦ μὴ διηρτῆσθαι τὴν ἱστορίαν κεφαλαιωδῶς ἕκαστον ἐπισημαίνομαι .
4.497
αὖθις δὲ Γάλβαν ἀκούσας αὐτοκράτορα , πρὶν ἐπιστεῖλαί τι περὶ τοῦ πολέμου κἀκεῖνον , οὐκ ἐπεχείρει , πέμπει δὲ πρὸς αὐτὸν καὶ τὸν υἱὸν Τίτον ἀσπασόμενόν τε καὶ ληψόμενον τὰς περὶ Ἰουδαίων ἐντολάς . διὰ δὲ τὰς αὐτὰς αἰτίας ἅμα Τίτῳ καὶ Ἀγρίππας ὁ βασιλεὺς πρὸς Γάλβαν ἔπλει .
4.499καὶ διὰ τῆς Ἀχαΐας , χειμῶνος γὰρ ἦν ὥρα , μακραῖς ναυσὶ περιπλεόντων φθάνει Γάλβας ἀναιρεθεὶς μετὰ μῆνας ἑπτὰ καὶ ἴσας ἡμέρας · ἐξ οὗ καὶ τὴν ἡγεμονίαν παρέλαβεν Ὄθων ἀντιποιούμενος τῶν πραγμάτων .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.490 | Joseph. BJ 4.496 (English) | >>Joseph. BJ 4.503 |